Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.53 Dem. 23.56 (English) >>Dem. 23.59

23.55πάλινἂν ἐν πολέμῳφησὶνἀγνοήσας,” καὶ τοῦτον εἶναι καθαρόν. καλῶς· εἰ γὰρ ἐγώ τινα τῶν ἐναντίων οἰηθεὶς εἶναι διέφθειρα, οὐ δίκην ὑπέχειν, ἀλλὰ συγγνώμης τυχεῖν δίκαιός εἰμι. “ ἐπὶ δάμαρτιφησὶν ἐπὶ μητρὶ ἐπʼ ἀδελφῇ θυγατρί, ἐπὶ παλλακῇ ἣν ἂν ἐπʼ ἐλευθέροις παισὶν ἔχῃ,” καὶ τὸν ἐπὶ τούτων τῳ κτείναντʼ ἀθῷον ποιεῖ, πάντων γʼ ὀρθότατʼ, ἄνδρες Ἀθηναῖοι, τοῦτον ἀφιείς. τί δήποτε; 23.56ὅτι ὑπὲρ ὧν τοῖς πολεμίοις μαχόμεθα, ἵνα μὴ πάσχωσιν ὑβριστικὸν μηδʼ ἀσελγὲς μηδέν, ὑπὲρ τούτων καὶ τοὺς φιλίους, ἐὰν παρὰ τὸν νόμον εἰς αὐτοὺς ὑβρίζωσι καὶ διαφθείρωσιν, ἔδωκεν ἀποκτεῖναι. ἐπειδὴ γὰρ οὐ γένος ἐστὶν φιλίων καὶ πολεμίων, ἀλλὰ τὰ πραττόμενʼ ἐξεργάζεται τούτων ἑκάτερον, τοὺς ἐχθρὰ ποιοῦντας ἐν ἐχθροῦ μέρει κολάζειν ἀπέδωκεν νόμος. οὐκοῦν δεινόν, εἰ τοσούτων ὄντων ἐφʼ οἷς τοὺς ἄλλους ἔξεστιν ἀποκτιννύναι, μόνον ἀνθρώπων ἐκεῖνον μηδʼ ἐπὶ τούτοις ἐξέσται ἀποκτεῖναι. 23.57φέρε, ἂν δέ τι συμβῇ τοιοῦτον οἷον ἴσως ἤδη τῳ καὶ ἄλλῳ, ἀπαλλαγῇ μὲν ἐκ Θρᾴκης, ἐλθὼν δʼ εἰς πόλιν οἰκῇ που, τῆς μὲν ἐξουσίας μηκέτι κύριος ὢν διʼ ἧς πολλὰ ποιεῖ τῶν ἀπειρημένων ὑπὸ τῶν νόμων, τοῖς δʼ ἔθεσιν καὶ ταῖς ἐπιθυμίαις ταῦτʼ ἐπιχειρῶν πράττειν, ἄλλο τι σιγῶντα δεήσει Χαρίδημον ἐᾶν αὑτὸν ὑβρίζειν; οὐ γὰρ ἀποκτεῖναί γʼ ἀσφαλὲς οὐδὲ τιμωρίαν λαβεῖν ἣν δίδωσʼ νόμος, διὰ τὸ ψήφισμα τουτί.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.53 Dem. 23.56 (English) >>Dem. 23.59

Powered by PhiloLogic